PDF Print E-mail

 

Απόστολος Πιερρῆς

 

Ἀναθηματικὴ Επιγραφή ἐν Λουσοῖς περὶ Μελάμποδος καὶ Προιτίδων


Μελάμπους τῇδε, νήφουσιν ἐν νάμασιν κρήνης καλλιρρόου τεμένει Ἡμερασίας παρὰ ζαθέῳ ἀριστοπάτορος Ἀρτέμιδος, Προιτίδας ἐκάθῃρε στυγερῆς νούσου παύσας λυσσάδος πλάνης ὀρεσιπλάγκτων τε μανιῶν, Τιρύνθειαι ὅτε Κοῦραι ἱερὸν λιποῦσαι δάπεδον Ἄργους οἰστροπλῆγι δ᾿ ἐλαυνόμεναι κέντρῳ θέον ἀν’ Ἀρκαδίην προσέληνον ὀρεστέραν τε Ἀζανίην, ἦλθόν τε φοιταλέαι ἐπὶ σπέος θεσπέσιον Λουσῶν ἐν ὅροις. Θεός γαρ ἦν τις, θεός, εἴτε πότνια Ἥρα βασίλεια ἢ κάλλιστος Διόνυσος ἁβροκόμης, ὃς Προίτου χολωσάμενος θύγατρας ἄνακτος ἀγρίᾳ πλῆξεν ὀδύνῃ, παρθενίης αἰσχύνας καλὸν εἶδος νοῦν τε τρέψας ἐξέστησε φρενῶν ὀσίων, τισάμενος ὕβριν κόρειόν τε ἀναίδειαν. Ἀλλ᾿ ἥρως ἰητρός, ὃν Ἀπόλλων ἐφίλει, μαντοσύνην γε ἐπίηρον εἰδὼς μύστιδων ἴδρις τε τελετῶν ἰάσατο μαχλοσύνην οὐλομένην ἠδὲ πάρφρονα θυμὸν κνύος τε χροός τοῦθ᾿ ὅπερ τέρεν ἐμίαινεν ἐρατὸν ἄνθος ἤβης.

 

4 Σεπτεμβρίου 2011