Home » Research Projects » Logos in Ancient Greek Philosophy and Christianity » Συλλαβαί Θείας Φιλοσοφίας  
PDF Print E-mail



ΣΥΛΛΑΒΑΙ ΘΕΙΑΣ ΦΙΛΟΣΟΦΙΑΣ




Λόγῳ φιλοσόφῳ τῆς ἀληθείας ἐπιλαβέσθαι ἐγχειροῦντες, οὐ δυνάμει διανοίας πεπιστεύκαμεν ἀπῃωρημένῃ τοῦ ὄντος, μεθοδικαῖς τισι διαπλοκαῖς, οἷον παγίσι, θηρᾶσαι ἐκεῖνο ἐπειγομένῃ, ἀλλὰ φορὰν ψυχῆς συνεπιστάμεθα τάξει καὶ ἀκολουθίᾳ διεξιοῦσαν τὰς τοῦ εἶναι ἐξαναπλώσεις, ἐν εἰκόνι οὑτωςὶ ἰσονόμῳ τὴν οὐσίαν ἐποπτεύοντες. Ἐπεὶ δὲ οὔ τοι ἕτερόν τι ὁμοίου τὸ ὅμοιον κατείληφεν (οἰκείωσις γάρ τις ἡ κατάληψις, τὸ δὲ ἀνόμοιον ἀλλότριον), ὁ τῆς ψυχῆς λόγος ἴδιος τῷ τῶν ὄντων κοινῷ ἕπεσθαι ἀναπέφανται, λόγου λόγῳ τὸν λόγον περιειληφότος. Λόγος μὴν πᾶς ἀρχὴν καὶ μέσα καὶ τέλος ἔχων, ἐκ ῥίζης φυόμενος, ἔπειτα δὲ διακλαδούμενος καὶ καρπὸν τελεσφορῶν γόνιμον, σπερματικῇ δυνάμει οὐσίωται. Νόμος οὖν τοῦ παντὸς ὁ κοινὸς τῶν πάντων Λόγος ἐστί, μέτρῳ καὶ ὁδῷ τὰ πάντα ἑξῆς περαίνων, ἁρμονίαν ἀνεκφοίτητον ἀπεργαζόμενος τῶν μερῶν τοῖς ὅλοις καὶ Κόσμον ἀληθῶς πέρατι ἐξ ἀπειρίας συμπηγνύς. Οἷς πεποιθότες δημιουργικὸν τὸν Κοινὸν καὶ σπερματικὸν Λόγον κηρύττειν οὐ διστάζομεν, μιμνησκόμενοι τῶν τε ἐν Σάμῳ ἐνταυθὶ συμβόλων καὶ τῆς ἐν Ἐφέσῳ φυσιολογίας ἀντίπεραν, κοὐκ ἀσυνετοῦντες τῶν ἐν Πάτμῳ πλησίον ἐνθεασμῶν.

Λόγον γοῦν ἐν διεξόδῳ ψυχικῇ ἀληθῆ διώκοντας σεμνῇ προβάσει μιμεῖσθαι χρὴ τὴν ἔμμετρον λόγῳ καθολικῷ τῶν ὄντων φύσιν ἀληθείας, σεβάζειν τε τὸν Θεοῦ Λόγον Αἴτιον τῆς Ἀληθείας. Τὴν δὲ σπερματικὴν τοῦ λόγου καταβολήν, ἧς ἥρτηται ἡ τούτου πλάτυνσις, οὔκ ἀν ἡμάρτομεν ἀνὰ λόγον νοοῦντες ἐν μὲν ταῖς πρώταις ἀρχαῖς πατρικὸν βυθὸν κρυφιότητος, ἐν δὲ ταῖς κοσμικαῖς ἀνάγκαις ἑνάδα ὑποστατικὴν ὀντότητος, τὴν αὐτὴν ἱερὸν ᾠὸν σπέρματος ἔμπλεων θείου αἰνιττόμενοι, ἐν ψυχικῇ δὲ κινήσει πίστιν ἀκίνητον καὶ ἕδρασιν βεβαιότητος γεραίροντες. Ὧν ἕπονται Φάνης μὲν Λόγος ἐν τοῖς ὑπερέκεινα καὶ τρίτον καὶ τελεσιουργὸν Αὐτοαγιότης ὑπέρνοος· ἐν δὲ τοῖς μέσοις αἱ τῶν ὄντων δυναμερεῖς πρόοδοι, καὶ ἐπ᾿ αὐταῖς ὁλοκληρία παντελὴς Κόσμου· ἐν δὲ ψυχαῖς σειρᾷ διεξόδευσις τὴν τῆς πίστεως συναίρεσιν ἐξανελίττουσα, καὶ εἶτα νοὸς ὁλοσχερεῖς ἐπιβολαὶ τὰς διανοητικὰς συνέχουσα ἐκμηρύσεις ἐν ἑνὶ ὅλῳ. Τρισὶ γὰρ πάντα δέδασται.

Πίστιν οὖν ὀρθόδοξον καὶ ἕλληνα φιλόσοφον λόγον ἴσμεν οὐκ ἀντιφερόμενα, οὐκ ἄλλως βαίνειν τρεπόμενα ἐν τοῖς αὐτοῖς, οὐδ᾿ ἀλλοτρίοις πράγμασιν μεριζόμενα, ἀλλὰ μίαν ἀλήθειαν δυοῖν ἐπιβολαῖν καταλαμβανομένην, συνῃρημένῃ τε καὶ διεξωδευμένῃ, δυοῖν τε τρόποιν ἓν νόημα σημαινόμενον, μυστικῷ καὶ ἀποκεκαλυμένῳ, δυοῖν τε ἓν πρᾶγμα ἰδιωμάτοιν ὑφιστάμενον, κρυφιότητι καὶ φανερώσει.

Καὶ γὰρ φύσιν καθόλου καὶ ὑπὲρ φύσιν οὐ χωρίζομεν, καίπερ ἀσύγχυτα ταῦτα οὐσίᾳ διφυλάττοντες, ἀλλ᾿ ἐνεργείᾳ τὴν φύσιν ἐκθεουμένην γιγνώσκομεν, τὴν δὲ Θεότητα φυσιουμένην θαμβοῦμεν δημιουργικαῖς τομαῖς θεουργίαις τε παντοίαις, καὶ αὐτῇ τῇ ἀνεκλαλήτῳ ὑποστατικῇ αὐτῆς καταγωγῇ. Κοινωνίαν γοῦν Θεοῦ καὶ Κόσμου πρεσβεύομεν, τῆς τοῦ κρείττονος δημιουργικῆς προνοίας μέχρι σωτηρίας τοῦ ὑφειμένου ἐξικνουμένης καὶ λυτρώσεως, οὐ μήν γε μετουσιώσεως.

Θεραπείας γε μὴν χρῄζει ἡ φύσις ἀσθενοῦσα, κοὐκ δεῖ ταύτην ἐπανουσιωθῆναι· ὅτι ἕωλος ἂν ἦν ἄλλως ἡ δημιουργικὴ σοφία. Μένει γὰρ δὴ πάντως ἡ φύσις ἐν τοῖς ὅροις τῆς οὐσίας αὐτῆς, ὡς εὖ σχοῦσι, (ἐπειδήπερ καὶ πᾶν τὸ ὂν ἐν οὐσίᾳ ὑφίσταται καί τινι τοῦ εἶναι περιγραφῇ), ἐνιδρυομένη δέ γε τῷ αἰτίῳ αὐτῆς τέλος μέν τοι λαμβάνει οἰκείως ἄριστον, ἐνεργεῖ δέ τε θείως κοὐ μόνον φυσικῶς, οὐ δυοῖν ἐν τούτῳ ἀπομερισμοῖν σχαζομένη, ἀλλὰ μιᾷ ἐντελεχείᾳ τό τε εἶδος αὐτῆς τελειοῦται καὶ ὑπερτελὴς ἐπιγίγνεται χάρις.

Τοιοῦτον οἴδαμεν τὸν ἐν Ὀρθοδοξίᾳ Ἑλληνισμὸν σῳζόμενον, τὴν δ᾿ Ὀρθοδοξίαν ἐν ἐκείνῳ δοξαζομένην, συνωρίδα ταύτην ἄπταιστον, Θεῷ τε φίλην καὶ φύσει οἰκείαν. Ἀρωγὴν ἐπὶ τούτοις δι᾿ αὐτῶν ἄσφαλτον κηρύττομεν παντὶ τῷ ἐν Λαβυρίνθοις χειμαζομένῳ, τῷ τὸν Μῖτον τῆς Φύσεως ἀπολέσαντι, τῷ τε συγχύσαντι τὴν ἐναπομαχθεῖσαν ἐν ἡμῖν Θεοῦ σφραγίδα, τῷ τε φαντασιοκοπουμένῳ ὥς γε δὴ ἄπω φύσεως ἡ σωτηρία, ἐν παραβύστῳ ψυχῆς ἀνουσίῳ, τῷ τὴν δημιουργίαν ὁπωσοῦν ἐκφαυλίζοντι, τῷ κτίσματος καὶ ἀκτίστου ὑπερουσιότητος βλάσφημον ἐν προσώπῳ ὁμοούσιον λάθρα πλάττοντι, τῷ τὸν Θεὸν αὐτόν, Θεὲ Λόγε ἱλάσθητι, ὑποκαθιστάντι. Πάντες οὗτοι πληθυνθέντες ἐν ἐσχάτοις τὴν ἀσθένειαν πάσχουσι τῆς φύσεως, δι᾿ ἣν Κύριος ὁ Θεὸς ἐσαρκώθη καὶ ἐσταυρώθη.

Ἀνακαλοῦμεν γοῦν αὐτοὺς ἐφ᾿ Ἑλληνισμῷ καὶ Ὀρθοδοξίᾳ, ῥοπῇ μιᾷ βεβαιοῦντες ἐν αὐτοῖς ἐνεργηθῆναι τήν τε πλήρωσιν τῆς φύσεως καὶ τὴν λύτρωσιν ἐπέκεινα αὐτῆς. Ὅτι μετὰ μεγέθους καὶ ὕψους καὶ τοῦ κατὰ φύσιν τελείου τὸ ὑπὲρ φύσιν μακάριον στέφος κατὰ χάριν δωρίζεται.


27.VIII.1993 ἐν Σάμῳ                               Α. Λ. ΠΙΕΡΡΗΣ