Home » International Symposia » Symposium IX » Symbola Eleusinia  
PDF Print E-mail



SYMPOSIUM NONUM ELEUSINIUM



Club Hotel Loutraki, September 26-October 3, 2007


APOSTOLOS PIERRIS


SYMBOLA ELEUSINIA

 


[My presentation in the Symposium was based, and was an integrating commentary, on the following fundamental texts. Items 5 and 6 represent my corrections and reconstruction of the corresponding passages.]


1. Clemens Alexandrinus, Protr. 2, 21, 2

κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων· ἐνήστευσα, ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος ἀπεθέμην εἰς κάλαθον καὶ ἐκ καλάθου εἰς κίστην.


2. Heracleitus B15 DK

εἰ μὴ γὰρ Διονύσῳ πομπὴν ἐποιοῦνο καὶ ὕμνεον ᾆσμα, αἰδοίοισιν ἀναιδέστατα εἴργαστ᾿ ἄν· ὡυτὸς δὲ Ἄϊδης καὶ Διόνυσος ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν.


3. Herodotus 2, 48

τὴν δὲ ἄλλην ἀνάγουσι ὁρτὴν τῷ Διονύσῳ οἱ Αἰγύπτοι πλὴν χορῶν κατὰ ταὐτὰ πάντα Ἕλλησι· ἀντὶ δὲ φαλλῶν ἄλλα σφί ἐστι ἐξευρημένα ὅσον τε πηχυαῖα ἀγάλματα νευρόσπαστα, τὰ περιφορέουσι κατὰ κώμας γυναῖκες, νεῦον τὸ αἰδοῖον, οὐ πολλῷ τεῳ ἔλασσον ἐὸν τοῦ ἄλλου σώματος· προηγέεται δὲ αὐλός, αἱ δὲ ἕποντα ἀείδουσαι τὸν Διόνυσον.


4. Clemens Alexandrinus, Protr. 2.17-18

τὰ γὰρ Διονύσου μυστήρια τελέως ἀπάνθρωπα· ὃν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περιχορευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώδεσιν ἀθύρμασιν, οὖτοι δὴ οἱ Τιτᾶνες διέσπασαν, ἔτι νηπίαχον ὄντα, ὡς ὁ τῆς τελετῆς ποιητὴς Ὀρφεύς φησιν ὁ Θρᾴκιος·

κῶνος καὶ ρόμβος καὶ παίγνια καμπεσίγυια

μῆλά τε χρύσεα καλὰ παρ᾿ Ἑσπερίδων λιγυφώνων.

καὶ τῆσδε ὑμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σύμβολα οὐκ ἀχρεῖον εἰς κατάγνωσιν παραθέσθαι· ἀστράγαλος, σφαῖρα, στρόβιλος, μῆλα, ρόμβος, ἔσοπτρον, πόκος.


5. Clemens Alexandrinus, Protr. II 20.1-21.2

Ὣς εἰποῦσα πέπλους ἀνεσύρατο, δεῖξέ τε πάντα

σώματος οὐδὲ πρέποντα τύπον· παῖς δ᾿ ἦεν Ἴακχος

χειρί τέ μιν ρίπτασκε γελῶσ᾿ ὑπὸ Βαυβὼ κόλποις.

Ἡ δ᾿ ἐπεὶ οὖν εἴδησε θεά, μείδησ᾿ ἐνὶ θυμῷ,

δέξατο δ᾿ αἰόλον ἄγγος, ἐν ᾧ κυκεὼν ἐνέκειτο.


6. Gurob Papyrus (n. 12 Smyly)

16 … // εὐχή·

. . . . . . . .

… εἷς Διόνυσος. // σύμβολα

]υρα θεὸς διὰ κόλπου

25 ὑπέδυν, κυκεῶνα ἱ][ε]ρ[ὸ]ν ἔπιον, ὄνος βουκόλος

ἐγενόμην. //ἀρρητουρ]γίας σύνθεμα· ἄνω κάτω τοῖς

χερσὶν ἐργάσασ]θαι ὅ σοι ἐδόθη ἀνηλῶσαι

ἐκ κίστης λαβόντι κ᾿ ε]ἰς τὸν κάλαθον ἐμβαλῖν

ἔνθ’ εἰσὶ πόκος κ]ῶνος ρόμβος ἀστράγαλοι

30 μῆλα σφαῖρα κόρ]η ἔσοπτρος.

<26. ἀρρητουρ]γίας: cf. Clemens Alexandrinus, Protr., 2.15; fortasse

ἀρρητοπο]ιΐας>


7. Lamella aurea Thuriis reperta (Pugliese Carratelli II B1)

δεσσποίνας δ{ὲ} ὑπὸ κόλπον ἔδυν χθονίας βασιλείας


8. Clemens Alexandrinus, Protr. 2.16.2

Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεός· δράκων δέ ἐστιν οὗτος, διελκόμενος τοῦ κόλπου τῶν τελουμένων, ἔλεγχος ἀκρασίας Διός· κυεῖ καὶ ἡ Φερέφαττα παῖδα ταυρόμορφον· ἀμέλει, φησί τις ποιητὴς εἰδωλικός,

ταῦρος δράκοντος καὶ πατὴρ ταύρου δράκων,

+ἐν ὄρει τὸ κρύφιον, βουκόλος, τὸ κέντρον,

βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ βάκχοι.


9. Arnobius, adv. nat. 5, 21

in quibus aureus coluber in sinum demittitur consecratis et eximitur rursus ab inferioribus partibus atque imis


10. Firmius Maternus, de errore prof. rel. 10

Sebazium colentes Iovem anguem, cum initiant, per sinum ducunt…


11. Apollodorus FGrHist. 244 F89

…ἐπ<άγου>σαν δὲ τὸν κάλαθον ταῖς νύμφαις σὺν τῷ ἱστῷ καὶ τοῖς ἔργοις τῆς Περσεφόνης πρῶτον μὲν παραγενέσθαι εἰς Πάρον καὶ ξενισθεῖσαν παρὰ τῷ βασιλεῖ Μελίσσῳ χαρίσασθαι ταῖς τούτου θυγατράσι οὔσαις ἑξήκοντα τὸν τῆς Φερσεφόνης ἱστόν, καὶ πρώταις αὐταῖς ἀναδοῦναι τὰ περὶ αὐτὴν πάθη τε καὶ μυστήρια, ὅθεν καὶ μελίσσας ἔκτοτε κληθῆναι τὰς θεσμοφοριαζούσας {κληθῆναι} γυναῖκας.

…Μ]έ[λισσαι·] αἱ τῆς Δήμητ[ρος ἱέρει]αι…


12. Hesychius s.v. μέλισσαι

αἱ τῆς Δήμητρος μύστιδες.

Porphyrius, de antro Nympharum, 18

τὰς Δήμητρος ἱερείας ὡς τῆς χθονίας θεᾶς μύστιδας

μελίσσας οἱ παλαιοὶ ἐκάλουν.


13. Aristoteles Historia anim. 624a5-7

ἄρχονται δὲ τῶν ἱστῶν ἄνωθεν ἀπὸ τῆς ὀροφῆς τοῦ σμήνους, καὶ κάτω συνυφεῖς ποιοῦσιν ἕως τοῦ ἐδάφους ἱστοὺς πολλούς.


14. Clemens Alexandrinus, Protr. 2, 17

βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσωμαί σοι καὶ τὸν κάλαθον, καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀϊδωνέως καὶ τὸ χάσμα τῆς γῆς καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκαταποθεῖσας ταῖν θεαῖν, δι᾿ ἣν αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίζοντες χοίρους ἐμβάλλουσιν;


15. Scholia in Lucianum, in Dial. mer. 2, 1

εἰς οὖν τιμὴν τοῦ Εὐβουλέως ριπτεῖσθαι τοὺς χοίρους εἰς τὰ χάσματα τῆς Δήμητρος καὶ τῆς Κόρης. τὰ δὲ σαπέντα τῶν ἐμβληθέντων εἰς τὰ μέγαρα κάτω ἀναφέρουσιν ἀντλήτριαι καλούμεναι γυναῖκες καθαρεύσασαι τριῶν ἡμερῶν καὶ καταβαίνουσιν εἰς τὰ ἄδυτα καὶ ἀνενέγκασαι ἐπιτιθέασιν ἐπὶ τῶν βωμῶν· ὧν νομίζουσιν τὸν λαμβάνοντα καὶ τῷ σπόρῳ συγκαταβάλλοντα εὐφορίαν ἕξειν. λέγουσι δὲ καὶ δράκοντας κάτω εἶναι περὶ τὰ χάσματα, οὓς τὰ πολλὰ τῶν βληθέντων κατεσθίειν· διὸ καὶ κρότον γίνεσθαι, ὁπόταν ἀντλῶσιν αἱ γυναῖκες καὶ ὅταν ἀποτιθῶνται πάλιν τὰ πλάσματα ἐκεῖνα, ἵνα ἀναχωρήσωσιν οἱ δράκοντες, οὓς νομίζουσι φρουροὺς τῶν ἀδύτων. τὰ δὲ αὐτὰ καὶ ἀρρητοφόρια καλεῖται καὶ ἄγεται τὸν αὐτὸν λόγον ἔχοντα περὶ τῆς τῶν καρπῶν γενέσεως καὶ τῆς τῶν ἀνθρώπων σπορᾶς.


16. Porphyrius, de antro Nymph. 14

καὶ χιτών γε τὸ σῶμα τῇ ψυχῇ ὃ ἠμφίεσται… οὕτω καὶ παρὰ τῷ Ὀρφεῖ ἡ Κόρη, ἥπερ ἐστὶ παντὸς τοῦ σπειρομένου ἔφορος, ἱστουργοῦσα παραδέδοται, τῶν παλαιῶν καὶ τὸν οὐρανὸν πέπλον εἰρηκότων οἷον θεῶν οὐρανίων περίβλημα.


17. Proclus, in Plat. Tim. 41b-c (III 223.3-9 Diehl)

καὶ διὰ ταῦτα ἄρα Ὀρφεὺς τὴν τῶν μεριστῶν ζωοποιὸν αἰτίαν ἄνω μένουσαν καὶ ὑφαίνουσαν τὸν διάκοσμον τῶν οὐρανίων νύμφην τε εἶναί φησιν ὡς ἄχραντον καὶ ταῦτα τῷ Διῒ συναφθεῖσαν καὶ μένειν ἐν οἰκείοις ἤθεσι, προελθοῦσαν δὲ ἀπὸ τῆς ἑαυτῆς οἴκων ἀτελεῖς τε καταλείπειν τοὺς ἱστοὺς καὶ ἁρπάζεσθαι καὶ ἀναρπασθεῖσαν γαμεῖσθαι καὶ γαμηθεῖσαν γεννᾶν.


18. Tzetzes, Exeges. in Iliad. 26, 18

ἱστὸν ἐποιχομένην ἀτελῆ πόνον ἀνθεμόεντα


19. Proclus, in Plat. Tim. 23d (I 134.26-29 Diehl)

ὁ πέπλος… ὃν ἡ θεὸς ὑφαίνει μετὰ τοῦ πατρός


20. Proclus, in Plat. Cratyl. 387e (22.2-3 Pasquali)

καὶ γὰρ αὕτη καὶ πᾶς αὐτῆς ὁ χορὸς ἄνω μενούσης ὑφαίνειν λέγονται τὸν διάκοσμον τῆς ζωῆς


21. Damascius, In Plat. Parm. 339 (II 200 14 Ruelle)

…ἀπὸ τῆς παρ᾿ Ὀρφεῖ κορικῆς ὑπερκοσμίου πεπλοποιΐας ὁρμηθέντες…


22. Aristoteles, de gener. anim. 734a16-20

ἢ γάρ τοι ἅμα πάντα γίγνεται τὰ μόρια, οἷον καρδία πνεύμων ἧπαρ ὀφθαλμὸς καὶ τῶν ἄλλων ἕκαστον, ἢ ἐφεξῆς ὥσπερ ἐν τοῖς καλουμένοις Ὀρφέως ἔπεσιν· ἐκεῖ γὰρ ὁμοίως φησὶ γίγνεσθαι τὸ ζῷον τῇ τοῦ δικτύου πλοκῇ.


23. Clemens Alexandrinus, Strom. 5.8.49.3

τί δ᾿; οὐχὶ καὶ Ἐπιγένης ἐν τῷ περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ᾿ Ὀρφεῖ ἐκτιθέμενός φησι «κερκίσι καμπυλόχοισι» τοῖς ἀρότροις μηνύεσθαι, «στήμοσι» δὲ τοῖς αὔλαξι· «μίτον» δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι, καὶ «δάκρυα Διός» τὸν ὄμβρον δηλοῦν, «Μοίρας» τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν· διὸ καὶ «λευκοστόλους» αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν «ἄνθιον» μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, «ἀργίδα» δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν, καὶ «Γοργόνιον» τὴν σελήνην διὰ τὸν ἐν αὐτῇ πρόσωπον, «Ἀφροδίτην» τε τὸν καιρὸν καθ᾿ ὃν δεῖ σπείρειν λέγεσθαι παρὰ τῷ θεολόγῳ.


24. Hippolytus, Ref. Omn. Haer. 5.8.39-40

λέγουσι δὲ αὐτόν, φησί, Φρύγες καὶ χλοηρὸν στάχυν τεθερισμένον, καὶ μετὰ τοὺς Φρύγας Ἀθηναῖοι μυοῦντες Ἐλευσίνια καὶ ἐπιδεικνύντες τοῖς ἐποπτεύουσι τὸ μέγα καὶ θαυμαστὸν καὶ τελειότατον ἐποπτικὸν ἐκεῖ μυστήριον ἐν σιωπῇ τεθερισμένον στάχυν. ὁ δὲ στάχυς οὗτός ἐστι καὶ παρα Ἀθηναίοις ὁ παρὰ τοῦ ἀχαρακτηρίστου φωστὴρ τέλειος μέγας, καθάπερ αὐτὸς ὁ ἱεροφάντης οὐκ ἀποκεκομμένος μέν, ὡς ὁ Ἄττις, εὐνουχισμένος δὲ διὰ κωνείου καὶ πᾶσαν ἀπηρτημένος τὴν σαρκικὴν γένεσιν, νυκτὸς ἐν <Ἐ>λευσῖνι ὑπὸ πολλῷ πυρὶ τελῶν τὰ μεγάλα καὶ ἄρρητα μυστήρια βοᾷ καὶ κέκραγε λέγων· «ἱερὸν ἔτεκε πότνια κοῦρον Βριμὼ Βριμόν», τουτέστιν ἰσχυρὰ ἰσχυρόν.


25. Proclus, in Tim. 40E

ἐν τοῖς Ἐλευσινίοις ἱεροῖς εἰς μὲν τὸν οὐρανὸν ἀναβλέποντες ἐβόων «ὕε», καταβλέψαντες δὲ εἰς τὴν γῆν τὸ «κύε».


26. Hippolytus, Ref. omn. Haer. 5.7.34

τοῦτο, φησίν, ἐστὶ τὸ μέγα καὶ ἄρρητον Ἐλευσινίων μυστήριον «ὕε, κύε».


27. Kleidemos Fr. II Tresp.

Ὕης Ὕου· ἐπίθετον Διονύσου, ὡς Κλείδημος· ἐπειδή, φησιν, ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ, καθ᾿ ὃν ὁ θεὸς ὕει χρόνον.


28. Anecdota Graeca, Studemund 1886 p. 268

Ἐπίθετα Διονύσου …ὕης, ὕου, ὕϊς, ὕιος. ὅτε οὖν ἐπιφέρεται καὶ τὸ Ἄττις, ῑ. ἔστι δὲ ὕμνος τῷ Διονύσῳ ᾀδόμενος.


29. Demosthenes, De corona, 18, 259-60

… καὶ ἐπoρχούμενος «ὕης ἄττης ἄττης ὕης»,…


30. Anecdota Graeca, Bekker I 207.25

Ἄττης Ὕης… οἱ δέ φασι μυστικὰ εἶναι ἐπιφθέγματα.


31 Tertullianus, adv. Valentinianos 1.1-3

…et illa Eleusinia …quod tacent, pudor est… adtente custoditur quod tarde invenitur. ceterum tota in adytis divinitas, tota suspiria epoptarum, totum signaculum linguae simulacrum membri virilis revelatur…


32. Papyrus Tebtunis 20, col. I 18-31

18 λόγοι Ἡρ]ακλέους μη ἐωμέ-

νου τελ]εῖσθαι τὰ Ἐλευσίνια

. . .

31 ]τὴν Κόρην εἶδον


33. Appollodorus FGrHist. 244F 110b

φησὶ <δ᾿> Ἀπολλόδωρος Ἀθήνησι τὸν ἱεροφάντην τῆς Κόρης ἐπικαλουμένης ἐπικρούειν τὸ καλούμενον ἠχεῖον.


34. Clementine Homiliae 6.9.5

λαμβάνουσι δὲ καὶ… Δήμητρα εἰς γῆν, Κόρην εἰς σπέρματα…


35. Eubulus, Orthannes, Fr.75.10 PCGr vol. V p. 234

…μεμαγμένη δὲ Δήμητρος κόρη


36. Antiphanes, Aphrodisius, Fr. 55.8-9 PCGr vol. II p. 339

…………………….ἐγκαθείμενον

εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης.


37. Matro, SH 534.116-7

ὡς δὲ ἴδον ξανθὸν γλυκερὸν μέγαν ἔγκυκλον, ἄνδρες,

Δήμητρος παῖδ᾿ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα


38. Antiphanes, Agroikos, Fr. 1.2-3 PCGr vol. II p. 314

αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος

Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον


39. Varro (in August, de civ. Dei, 7.20)

De quibus (the Eleusinia) iste nihil interpretatur, nisi quod adtinet ad frumentum quod Ceres invenit et ad Proserpinam quam rapiente Orco perdidit; et hanc ipsam dicit significare fecunditatem seminum… quod filiam Cereris, i.e. ipsam fecunditatem, quae a proserpendo Proserpina dicta esset...